Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.213 Joseph. AJ 8.217 (English) >>Joseph. AJ 8.221

8.215

Συγκαλέσας δὲ τοὺς πατρῴους φίλους ἐσκοπεῖτο μετʼ αὐτῶν, ποδαπὴν δεῖ ποιήσασθαι τὴν ἀπόκρισιν πρὸς τὸ πλῆθος. οἱ δʼ ἅπερ εἰκὸς τοὺς εὔνους καὶ φύσιν ὄχλων εἰδότας παρῄνουν αὐτῷ φιλοφρόνως ὁμιλῆσαι τῷ λαῷ καὶ δημοτικώτερον κατὰ βασιλείας ὄγκον· χειρώσεσθαι γὰρ οὕτως εἰς εὔνοιαν αὐτὸν φύσει τῶν ὑπηκόων ἀγαπώντων τὸ προσηνὲς καὶ παρὰ μικρὸν ἰσότιμον τῶν βασιλέων. 8.216 δʼ ἀγαθὴν οὕτως καὶ συμφέρουσαν ἴσως πρὸς τὸ πᾶν, εἰ δὲ μή, πρός γε τὸν τότε καιρὸν ὅτʼ ἔδει γενέσθαι βασιλέα γνώμην ἀπεστράφη τοῦ θεοῦ ποιήσαντος οἶμαι κατακριθῆναι τὸ συμφέρον ὑπʼ αὐτοῦ· καλέσας δὲ μειράκια τὰ συντεθραμμένα καὶ τὴν τῶν πρεσβυτέρων αὐτοῖς συμβουλίαν εἰπών, τί δοκεῖ ποιεῖν αὐτοῖς ἐκέλευσε λέγειν. 8.217τὰ δέ, οὔτε γὰρ νεότης οὔτε θεὸς ἠφίει νοεῖν τὰ κρείττω, παρῄνεσαν ἀποκρίνασθαι τῷ λαῷ τὸν βραχύτατον αὐτοῦ δάκτυλον τῆς τοῦ πατρὸς ὀσφύος εἶναι παχύτερον καί, εἰ σκληροῦ λίαν ἐπειράθησαν ἐκείνου, πολὺ μᾶλλον αὐτοῦ λήψεσθαι πεῖραν δυσκόλου· καὶ εἰ μάστιξιν αὐτοὺς ἐκεῖνος ἐνουθέτει, σκορπίοις τοῦτο ποιήσειν αὐτὸν προσδοκᾶν. 8.218τούτοις ἡσθεὶς βασιλεὺς καὶ δόξας προσήκειν τῷ τῆς ἀρχῆς ἀξιώματι τὴν ἀπόκρισιν, ὡς συνῆλθεν ἀκουσόμενον τὸ πλῆθος τῇ τρίτῃ τῶν ἡμερῶν, μετεώρου τοῦ λαοῦ παντὸς ὄντος καὶ λέγοντος ἀκοῦσαί τι τοῦ βασιλέως ἐσπουδακότος, οἰομένου δέ τι καὶ φιλάνθρωπον, τὴν τῶν μειρακίων αὐτοῖς συμβουλίαν παρεὶς τὴν τῶν φίλων ἀπεκρίνατο. ταῦτα δʼ ἐπράττετο κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ἵνα λάβῃ τέλος προεφήτευσεν Ἀχίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.213 Joseph. AJ 8.217 (English) >>Joseph. AJ 8.221

Powered by PhiloLogic